Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.165 Joseph. AJ 6.168 (English) >>Joseph. AJ 6.172

6.167 δὲ οὐκ ἠμέλησεν, ἀλλὰ ζητεῖσθαι προσέταξε τοιοῦτον ἄνθρωπον· φήσαντος δέ τινος αὐτῷ τῶν παρόντων ἐν Βηθλεέμῃ πόλει τεθεᾶσθαι Ἰεσσαίου μὲν υἱὸν, ἔτι δὲ παῖδα τὴν ἡλικίαν, εὐπρεπῆ δὲ καὶ καλὸν τά τε ἄλλα σπουδῆς ἄξιον καὶ δὴ καὶ ψάλλειν εἰδότα καὶ ᾄδειν ὕμνους καὶ πολεμιστὴν ἄκρον, πέμψας πρὸς τὸν Ἰεσσαῖον ἐκέλευσεν ἀποστέλλειν αὐτῷ τὸν Δαβίδην τῶν ποιμνίων ἀποσπάσαντα· βούλεσθαι γὰρ αὐτὸν ἰδεῖν περὶ τῆς εὐμορφίας καὶ τῆς ἀνδρείας ἀκούσας τοῦ νεανίσκου. 6.168 δὲ Ἰεσσαῖος πέμπει τὸν υἱὸν καὶ ξένια δοὺς κομίσαι τῷ Σαούλῳ. ἐλθόντι δὲ ἥσθη καὶ ποιήσας ὁπλοφόρον διὰ πάσης ἦγε τιμῆς· ἐξῄδετο γὰρ ὑπʼ αὐτοῦ καὶ πρὸς τὴν ἀπὸ τῶν δαιμονίων ταραχήν, ὁπότε αὐτῷ ταῦτα προσέλθοι, μόνος ἰατρὸς ἦν λέγων τε τοὺς ὕμνους καὶ ψάλλων ἐν τῇ κινύρᾳ καὶ ποιῶν ἑαυτοῦ γίνεσθαι τὸν Σαοῦλον. 6.169πέμπει τοίνυν πρὸς τὸν πατέρα τοῦ παιδὸς Ἰεσσαῖον ἐᾶσαι παρʼ αὐτῷ τὸν Δαβίδην κελεύων· ἥδεσθαι γὰρ αὐτῷ βλεπομένῳ καὶ παρόντι· τὸν δʼ οὐκ ἀντειπεῖν τῷ Σαούλῳ, συγχωρῆσαι δὲ κατέχειν. 6.170

Χρόνοις δʼ ὕστερον οὐ πολλοῖς οἱ Παλαιστῖνοι πάλιν συνελθόντες καὶ δύναμιν ἀθροίσαντες μεγάλην ἐπίασι τοῖς Ἰσραηλίταις καὶ μεταξὺ Σωκοῦς καὶ Ἀζηκοῦς καταλαμβανόμενοι στρατοπεδεύονται. ἀντεπεξάγει δʼ αὐτοῖς τὴν στρατιὰν καὶ Σαοῦλος καὶ ἐπί τινος ὄρους στρατοπεδευσάμενος ἀναγκάζει τοὺς Παλαιστίνους τὸ μὲν πρῶτον στρατόπεδον καταλιπεῖν, ὁμοίως δʼ ἐπί τινος ὄρους ἀντικρὺ τοῦ καταληφθέντος ὑπὸ τοῦ Σαούλου στρατοπεδεύσασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.165 Joseph. AJ 6.168 (English) >>Joseph. AJ 6.172

Powered by PhiloLogic